οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ. ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο, ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν· σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ, πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς. νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν. ὣς ἔφατο κλαίουσα, γόον δʼ ἀλίαστον ὄρινε.