<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="745">μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.</l><milestone ed="p" n="746" unit="card"/></q><l n="746"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.</l><l n="747">τῇσιν δʼ αὖθʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·</l><q><l n="748">Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,</l><l n="749">ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν·</l><l n="750">οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.</l><l n="751">ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς</l><l n="752">πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,</l><l n="753">ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·</l><l n="754">σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,</l><l n="755">πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο</l><l n="756">Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς.</l><l n="757">νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι</l><l n="758">κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="759">οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.</l></q></div></div></body></text></TEI>