μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες. τῇσιν δʼ αὖθʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο· Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων, ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν· οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ. ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο, ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν· σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ, πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς. νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.