<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="728">ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης</l><l n="729">πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν</l><l n="730">ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,</l><l n="731">αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,</l><l n="732">καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ</l><l n="733">ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο</l><l n="734">ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν</l><l n="735">ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον</l><l n="736">χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ</l><l n="737">ἢ πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν</l><l n="738">Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.</l><l n="739">οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ·</l><l n="740">τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,</l><l n="741">ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας</l><l n="742">Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.</l><l n="743">οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας,</l><l n="744">οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ</l><l n="745">μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.</l><milestone ed="p" n="746" unit="card"/></q><l n="746"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.</l><l n="747">τῇσιν δʼ αὖθʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·</l><q><l n="748">Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,</l><l n="749">ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν·</l><l n="750">οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.</l><l n="751">ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς</l><l n="752">πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,</l><l n="753">ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·</l><l n="754">σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,</l><l n="755">πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο</l><l n="756">Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς.</l><l n="757">νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι</l><l n="758">κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="759">οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.</l></q><l n="760"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσα, γόον δʼ ἀλίαστον ὄρινε.</l><l n="761">τῇσι δʼ ἔπειθʼ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·</l><q><l n="762">Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,</l><l n="763">ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,</l><l n="764">ὅς μʼ ἄγαγε Τροίηνδʼ· ὡς πρὶν ὤφελλον ὀλέσθαι.</l><l n="765">ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν</l><l n="766">ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·</l><l n="767">ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον·</l><l n="768">ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι</l><l n="769">δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,</l><l n="770">ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,</l><l n="771">ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες</l><l n="772">σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.</l><l n="773">τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ·</l><l n="774">οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ</l><l n="775">ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.</l><milestone ed="p" n="776" unit="card"/></q><l n="776"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων.</l><l n="777">λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·</l><q><l n="778">ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ</l><l n="779">δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς</l><l n="780">πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν</l><l n="781">μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.</l></q><l n="782"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε</l><l n="783">ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.</l><l n="784">ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·</l><l n="785">ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,</l><l n="786">καὶ τότʼ ἄρʼ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,</l><l n="787">ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ.</l><l n="788"><milestone ed="P" unit="para"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="789">τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.</l><l n="790">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο</l><l n="791">πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ</l><l n="792">πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα</l><l n="793">ὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τε</l><l n="794">μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.</l><l n="795">καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες</l><l n="796">πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.</l><l n="797">αἶψα δʼ ἄρʼ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε</l><l n="798">πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·</l><l n="799">ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,</l><l n="800">μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.</l><l n="801">χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα</l><l n="802">εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα</l><l n="803">δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.</l><l n="804"><milestone ed="P" unit="para"/>ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.</l></div></div></body></text></TEI>