ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα, αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι, καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ ἢ πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.