<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="721">θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν</l><l n="722">οἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.</l><l n="723">τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο</l><l n="724">Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα·</l><q><l n="725">ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην</l><l n="726">λείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως</l><l n="727">ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω</l><l n="728">ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης</l><l n="729">πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν</l><l n="730">ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,</l><l n="731">αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,</l><l n="732">καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ</l><l n="733">ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο</l><l n="734">ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν</l><l n="735">ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον</l><l n="736">χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ</l><l n="737">ἢ πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν</l><l n="738">Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.</l><l n="739">οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ·</l><l n="740">τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,</l><l n="741">ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας</l><l n="742">Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.</l><l n="743">οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας,</l><l n="744">οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ</l><l n="745">μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.</l><milestone ed="p" n="746" unit="card"/></q><l n="746"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.</l><l n="747">τῇσιν δʼ αὖθʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·</l><q><l n="748">Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,</l><l n="749">ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν·</l><l n="750">οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.</l><l n="751">ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς</l><l n="752">πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,</l><l n="753">ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·</l><l n="754">σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,</l><l n="755">πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο</l><l n="756">Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς.</l><l n="757">νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι</l><l n="758">κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="759">οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.</l></q><l n="760"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσα, γόον δʼ ἀλίαστον ὄρινε.</l><l n="761">τῇσι δʼ ἔπειθʼ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·</l><q><l n="762">Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,</l></q></div></div></body></text></TEI>