ὣς ἔφαθʼ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ. οἳ δʼ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δʼ εἷσαν ἀοιδοὺς θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν οἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες. τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα· ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην λείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα, αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι, καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ ἢ πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας. οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ· τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ, ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά. οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας, οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.