<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="715">εἰ μὴ ἄρʼ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·</l><q><l n="716">εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα</l><l n="717">ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.</l></q><l n="718"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.</l><l n="719">οἳ δʼ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα</l><l n="720">τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δʼ εἷσαν ἀοιδοὺς</l><l n="721">θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν</l><l n="722">οἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.</l><l n="723">τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο</l><l n="724">Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα·</l><q><l n="725">ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην</l><l n="726">λείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως</l><l n="727">ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω</l><l n="728">ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης</l><l n="729">πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν</l></q></div></div></body></text></TEI>