<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="706">χαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ.</l><milestone ed="p" n="707" unit="card"/></q><l n="707"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνὴρ</l><l n="708">οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·</l><l n="709">ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.</l><l n="710">πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ</l><l n="711">τιλλέσθην ἐπʼ ἄμαξαν ἐΰτροχον ἀΐξασαι</l><l n="712">ἁπτόμεναι κεφαλῆς· κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος.</l><l n="713">καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="714">Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,</l><l n="715">εἰ μὴ ἄρʼ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·</l><q><l n="716">εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα</l></q></div></div></body></text></TEI>