<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="701">ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·</l><l n="702">τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·</l><l n="703">κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·</l><q><l n="704">ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες,</l><l n="705">εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι</l><l n="706">χαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ.</l><milestone ed="p" n="707" unit="card"/></q><l n="707"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνὴρ</l><l n="708">οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·</l><l n="709">ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.</l><l n="710">πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ</l><l n="711">τιλλέσθην ἐπʼ ἄμαξαν ἐΰτροχον ἀΐξασαι</l><l n="712">ἁπτόμεναι κεφαλῆς· κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος.</l><l n="713">καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="714">Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,</l><l n="715">εἰ μὴ ἄρʼ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·</l><q><l n="716">εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα</l><l n="717">ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.</l></q><l n="718"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.</l><l n="719">οἳ δʼ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα</l><l n="720">τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δʼ εἷσαν ἀοιδοὺς</l><l n="721">θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν</l><l n="722">οἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.</l><l n="723">τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο</l><l n="724">Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα·</l><q><l n="725">ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην</l><l n="726">λείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως</l></q></div></div></body></text></TEI>