<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="695">Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,</l><l n="696">οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε</l><l n="697">ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος</l><l n="698">ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,</l><l n="699">ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ</l><l n="700">Πέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν</l><l n="701">ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·</l><l n="702">τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·</l><l n="703">κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·</l><q><l n="704">ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες,</l><l n="705">εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι</l></q></div></div></body></text></TEI>