Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν, οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν, ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ Πέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην· τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι· κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ· ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες, εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι χαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ. ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνὴρ οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος· ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι. πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ τιλλέσθην ἐπʼ ἄμαξαν ἐΰτροχον ἀΐξασαι ἁπτόμεναι κεφαλῆς· κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος. καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων, εἰ μὴ ἄρʼ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα· εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ. ὣς ἔφαθʼ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ. οἳ δʼ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δʼ εἷσαν ἀοιδοὺς θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν οἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες. τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα· ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην λείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,