<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="685">καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας·</l><l n="686">σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα</l><l n="687">παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνων</l><l n="688">γνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.</l></q><l n="689"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων, κήρυκα δʼ ἀνίστη.</l><l n="690">τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε,</l><l n="691">ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.</l><l n="692"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο</l><l n="693">Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,</l><l n="694">Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,</l><l n="695">Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,</l><l n="696">οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε</l><l n="697">ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος</l><l n="698">ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,</l><l n="699">ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ</l></div></div></body></text></TEI>