<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="669">ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις·</l><l n="670">σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.</l></q><l n="671"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος</l><l n="672">ἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ.</l><l n="673">οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο</l><l n="674">κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες,</l><l n="675">αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου·</l><l n="676">τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.</l><milestone ed="p" n="677" unit="card"/><l n="677"><milestone ed="P" unit="para"/>ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ</l><l n="678">εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·</l><l n="679">ἀλλʼ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν</l><l n="680">ὁρμαίνοντʼ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα</l><l n="681">νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.</l><l n="682">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·</l><q><l n="683">ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθʼ εὕδεις</l><l n="684">ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σʼ εἴασεν Ἀχιλλεύς.</l><l n="685">καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας·</l><l n="686">σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα</l><l n="687">παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνων</l><l n="688">γνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.</l></q><l n="689"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων, κήρυκα δʼ ἀνίστη.</l><l n="690">τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε,</l><l n="691">ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.</l><l n="692"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο</l><l n="693">Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,</l><l n="694">Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,</l><l n="695">Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,</l><l n="696">οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε</l><l n="697">ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος</l><l n="698">ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,</l><l n="699">ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ</l><l n="700">Πέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν</l><l n="701">ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·</l><l n="702">τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·</l><l n="703">κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·</l><q><l n="704">ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες,</l><l n="705">εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι</l><l n="706">χαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ.</l><milestone ed="p" n="707" unit="card"/></q><l n="707"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνὴρ</l><l n="708">οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·</l><l n="709">ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.</l><l n="710">πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ</l><l n="711">τιλλέσθην ἐπʼ ἄμαξαν ἐΰτροχον ἀΐξασαι</l><l n="712">ἁπτόμεναι κεφαλῆς· κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος.</l><l n="713">καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="714">Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,</l><l n="715">εἰ μὴ ἄρʼ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·</l><q><l n="716">εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα</l><l n="717">ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.</l></q><l n="718"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.</l><l n="719">οἳ δʼ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα</l><l n="720">τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δʼ εἷσαν ἀοιδοὺς</l><l n="721">θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν</l><l n="722">οἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.</l><l n="723">τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο</l><l n="724">Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα·</l><q><l n="725">ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην</l><l n="726">λείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως</l><l n="727">ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω</l><l n="728">ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης</l><l n="729">πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν</l><l n="730">ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,</l><l n="731">αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,</l><l n="732">καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ</l><l n="733">ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο</l><l n="734">ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν</l><l n="735">ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον</l><l n="736">χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ</l><l n="737">ἢ πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν</l><l n="738">Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.</l><l n="739">οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ·</l><l n="740">τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,</l><l n="741">ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας</l><l n="742">Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.</l><l n="743">οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας,</l><l n="744">οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ</l><l n="745">μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.</l><milestone ed="p" n="746" unit="card"/></q><l n="746"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.</l><l n="747">τῇσιν δʼ αὖθʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·</l><q><l n="748">Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,</l><l n="749">ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν·</l><l n="750">οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.</l><l n="751">ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς</l><l n="752">πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,</l><l n="753">ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·</l><l n="754">σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,</l><l n="755">πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο</l><l n="756">Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς.</l><l n="757">νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι</l><l n="758">κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="759">οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.</l></q><l n="760"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσα, γόον δʼ ἀλίαστον ὄρινε.</l><l n="761">τῇσι δʼ ἔπειθʼ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·</l><q><l n="762">Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,</l><l n="763">ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,</l><l n="764">ὅς μʼ ἄγαγε Τροίηνδʼ· ὡς πρὶν ὤφελλον ὀλέσθαι.</l><l n="765">ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν</l><l n="766">ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·</l><l n="767">ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον·</l><l n="768">ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι</l><l n="769">δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,</l><l n="770">ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,</l><l n="771">ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες</l><l n="772">σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.</l><l n="773">τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ·</l><l n="774">οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ</l><l n="775">ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.</l><milestone ed="p" n="776" unit="card"/></q><l n="776"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων.</l><l n="777">λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·</l><q><l n="778">ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ</l><l n="779">δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς</l><l n="780">πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν</l><l n="781">μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.</l></q><l n="782"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε</l><l n="783">ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.</l><l n="784">ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·</l><l n="785">ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,</l><l n="786">καὶ τότʼ ἄρʼ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,</l><l n="787">ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ.</l><l n="788"><milestone ed="P" unit="para"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="789">τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.</l><l n="790">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο</l><l n="791">πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ</l><l n="792">πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα</l><l n="793">ὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τε</l><l n="794">μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.</l><l n="795">καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες</l><l n="796">πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.</l><l n="797">αἶψα δʼ ἄρʼ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε</l><l n="798">πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·</l><l n="799">ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,</l><l n="800">μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.</l><l n="801">χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα</l><l n="802">εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα</l><l n="803">δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.</l><l n="804"><milestone ed="P" unit="para"/>ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.</l></div></div></body></text></TEI>