ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις· σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας. ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος ἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ. οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες, αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου· τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος. ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· ἀλλʼ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν ὁρμαίνοντʼ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθʼ εὕδεις ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σʼ εἴασεν Ἀχιλλεύς. καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας· σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνων γνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί. ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων, κήρυκα δʼ ἀνίστη. τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε, ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω. ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν, οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν, ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ Πέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην· τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι· κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ· ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες, εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι χαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ. ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνὴρ οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος· ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι. πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ τιλλέσθην ἐπʼ ἄμαξαν ἐΰτροχον ἀΐξασαι ἁπτόμεναι κεφαλῆς· κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος. καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων, εἰ μὴ ἄρʼ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα· εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ. ὣς ἔφαθʼ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ. οἳ δʼ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δʼ εἷσαν ἀοιδοὺς θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν οἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες. τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα· ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην λείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα, αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι, καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ ἢ πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας. οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ· τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ, ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά. οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας, οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες. τῇσιν δʼ αὖθʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο· Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων, ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν· οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ. ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο, ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν· σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ, πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς. νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν. ὣς ἔφατο κλαίουσα, γόον δʼ ἀλίαστον ὄρινε. τῇσι δʼ ἔπειθʼ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο· Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων, ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής, ὅς μʼ ἄγαγε Τροίηνδʼ· ὡς πρὶν ὤφελλον ὀλέσθαι. ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης· ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον· ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων, ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί, ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι. τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ· οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων. λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν· ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς. ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο. ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην· ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς, καὶ τότʼ ἄρʼ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες, ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα ὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τε μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν. καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν. αἶψα δʼ ἄρʼ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι· ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ, μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί. χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος. ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.