ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις· σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας. ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος ἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ. οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες, αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου· τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος. ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· ἀλλʼ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν ὁρμαίνοντʼ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθʼ εὕδεις ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σʼ εἴασεν Ἀχιλλεύς. καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας· σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνων γνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί. ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων, κήρυκα δʼ ἀνίστη. τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε, ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω. ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν, οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν, ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ Πέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην· τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·