<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="657">ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,</l><l n="658">ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.</l></q><l n="659"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="660">εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,</l><l n="661">ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.</l><l n="662">οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕλη</l><l n="663">ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.</l><l n="664">ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,</l><l n="665">τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,</l><l n="666">ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν,</l><l n="667">τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.</l></q><l n="668"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="669">ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις·</l><l n="670">σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.</l></q><l n="671"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος</l><l n="672">ἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ.</l><l n="673">οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο</l><l n="674">κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες,</l><l n="675">αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου·</l><l n="676">τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.</l><milestone ed="p" n="677" unit="card"/><l n="677"><milestone ed="P" unit="para"/>ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ</l><l n="678">εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·</l><l n="679">ἀλλʼ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν</l><l n="680">ὁρμαίνοντʼ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα</l><l n="681">νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.</l><l n="682">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·</l><q><l n="683">ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθʼ εὕδεις</l><l n="684">ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σʼ εἴασεν Ἀχιλλεύς.</l><l n="685">καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας·</l><l n="686">σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα</l><l n="687">παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνων</l><l n="688">γνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.</l></q><l n="689"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων, κήρυκα δʼ ἀνίστη.</l><l n="690">τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε,</l><l n="691">ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.</l><l n="692"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο</l><l n="693">Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,</l></div></div></body></text></TEI>