<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="649">τὸν δʼ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="650">ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν</l><l n="651">ἐνθάδʼ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ</l><l n="652">βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί·</l><l n="653">τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,</l><l n="654">αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,</l><l n="655">καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.</l><l n="656">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="657">ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,</l><l n="658">ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.</l></q><l n="659"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="660">εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,</l><l n="661">ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.</l><l n="662">οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕλη</l><l n="663">ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.</l><l n="664">ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,</l><l n="665">τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,</l><l n="666">ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν,</l><l n="667">τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.</l></q><l n="668"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="669">ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις·</l><l n="670">σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.</l></q><l n="671"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος</l><l n="672">ἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ.</l><l n="673">οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο</l><l n="674">κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες,</l></div></div></body></text></TEI>