<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="64"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="65">Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·</l><l n="66">οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ</l><l n="67">φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·</l><l n="68">ὣς γὰρ ἔμοιγʼ, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.</l><l n="69">οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης</l><l n="70">λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.</l><l n="71">ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι,</l><l n="72">λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ</l><l n="73">μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.</l><l n="74">ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,</l><l n="75">ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς</l><l n="76">δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θʼ Ἕκτορα λύσῃ.</l></q><l n="77"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,</l><l n="78">μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης</l><l n="79">ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.</l><l n="80">ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,</l><l n="81">ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα</l><l n="82">ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα.</l><l n="83">εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι</l><l n="84">εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς</l><l n="85">κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε</l><l n="86">φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.</l><l n="87">ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><q><l n="88">ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.</l></q><l n="89">τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·</l><q><l n="90">τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ</l><l n="91">μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.</l><l n="92">εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.</l><milestone ed="p" n="93" unit="card"/></q><l n="93"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάων</l><l n="94">κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος.</l><l n="95">βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις</l><l n="96">ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.</l><l n="97">ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,</l><l n="98">εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες</l><l n="99">εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.</l><l n="100">ἣ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη.</l><l n="101">Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε</l><l n="102">καί ῥʼ εὔφρηνʼ ἐπέεσσι· Θέτις δʼ ὤρεξε πιοῦσα.</l><l n="103">τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><q><l n="104">ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,</l><l n="105">πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός·</l><l n="106">ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σʼ εἵνεκα δεῦρο κάλεσσα.</l><l n="107">ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν</l><l n="108">Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ·</l><l n="109">κλέψαι δʼ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην·</l><l n="110">αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω</l><l n="111">αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.</l><l n="112">αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον·</l><l n="113">σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντων</l><l n="114">ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν</l><l n="115">Ἕκτορʼ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσεν,</l><l n="116">αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ.</l><l n="117">αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω</l><l n="118">λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="119">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.</l><milestone ed="p" n="120" unit="card"/></q><l n="120"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,</l><l n="121">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα,</l><l n="122">ἷξεν δʼ ἐς κλισίην οὗ υἱέος· ἔνθʼ ἄρα τόν γε</l><l n="123">εὗρʼ ἁδινὰ στενάχοντα· φίλοι δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="124">ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·</l><l n="125">τοῖσι δʼ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.</l><l n="126">ἣ δὲ μάλʼ ἄγχʼ αὐτοῖο καθέζετο πότνια μήτηρ,</l><l n="127">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="128">τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων</l><l n="129">σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου</l><l n="130">οὔτʼ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι</l><l n="131">μίσγεσθʼ· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη</l><l n="132">ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.</l><l n="133">ἀλλʼ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·</l><l n="134">σκύζεσθαι σοί φησι θεούς, ἑὲ δʼ ἔξοχα πάντων</l><l n="135">ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν</l><l n="136">Ἕκτορʼ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσας.</l><l n="137">ἀλλʼ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.</l></q><l n="138"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="139">τῇδʼ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,</l><l n="140">εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.</l></q><l n="141"><milestone ed="P" unit="para"/>ὣς οἵ γʼ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς</l><l n="142">πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον.</l><l n="143">Ἶριν δʼ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·</l><q><l n="144">βάσκʼ ἴθι Ἶρι ταχεῖα λιποῦσʼ ἕδος Οὐλύμποιο</l><l n="145">ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω</l><l n="146">λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="147">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ</l><l n="148">οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.</l><l n="149">κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι</l><l n="150">ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις</l><l n="151">νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.</l><l n="152">μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·</l><l n="153">τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,</l></q></div></div></body></text></TEI>