τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν· οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν· ὣς γὰρ ἔμοιγʼ, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων. οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι, λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ. ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο, ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θʼ Ἕκτορα λύσῃ. ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα, μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη. ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν, ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα. εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς. τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ. εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ. ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάων κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος. βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης. ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην, εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες. ἣ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη. Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε καί ῥʼ εὔφρηνʼ ἐπέεσσι· Θέτις δʼ ὤρεξε πιοῦσα. τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ, πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός· ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σʼ εἵνεκα δεῦρο κάλεσσα. ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ· κλέψαι δʼ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην· αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων. αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον· σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντων ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν Ἕκτορʼ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσεν, αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ. αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα, βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα, ἷξεν δʼ ἐς κλισίην οὗ υἱέος· ἔνθʼ ἄρα τόν γε εὗρʼ ἁδινὰ στενάχοντα· φίλοι δʼ ἀμφʼ αὐτὸν ἑταῖροι ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον· τοῖσι δʼ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο. ἣ δὲ μάλʼ ἄγχʼ αὐτοῖο καθέζετο πότνια μήτηρ, χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου οὔτʼ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι μίσγεσθʼ· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή. ἀλλʼ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι· σκύζεσθαι σοί φησι θεούς, ἑὲ δʼ ἔξοχα πάντων ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν Ἕκτορʼ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσας. ἀλλʼ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα. τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· τῇδʼ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο, εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει. ὣς οἵ γʼ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον. Ἶριν δʼ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν· βάσκʼ ἴθι Ἶρι ταχεῖα λιποῦσʼ ἕδος Οὐλύμποιο ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος· τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,