<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="625">Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ</l><l n="626">καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.</l><l n="627">οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="628">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="629">ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα</l><l n="630">ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·</l><l n="631">αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς</l><l n="632">εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων.</l><l n="633">αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,</l><l n="634">τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·</l><q><l n="635">λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη</l><l n="636">ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·</l><l n="637">οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν</l><l n="638">ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,</l><l n="639">ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω</l><l n="640">αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.</l><l n="641">νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον</l><l n="642">λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.</l></q><milestone ed="p" n="643" unit="card"/><l n="643"><milestone ed="P" unit="para"/>ἦ ῥʼ, Ἀχιλεὺς δʼ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε</l><l n="644">δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ</l><l n="645">πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας,</l><l n="646">χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.</l><l n="647">αἳ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,</l><l n="648">αἶψα δʼ ἄρα στόρεσαν δοιὼ λέχεʼ ἐγκονέουσαι.</l><l n="649">τὸν δʼ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="650">ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν</l><l n="651">ἐνθάδʼ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ</l><l n="652">βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί·</l><l n="653">τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,</l><l n="654">αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,</l><l n="655">καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.</l><l n="656">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="657">ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,</l><l n="658">ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.</l></q><l n="659"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="660">εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,</l><l n="661">ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.</l><l n="662">οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕλη</l><l n="663">ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.</l><l n="664">ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,</l><l n="665">τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,</l><l n="666">ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν,</l><l n="667">τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.</l></q><l n="668"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="669">ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις·</l><l n="670">σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.</l></q><l n="671"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος</l><l n="672">ἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ.</l><l n="673">οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο</l><l n="674">κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες,</l><l n="675">αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου·</l><l n="676">τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.</l><milestone ed="p" n="677" unit="card"/><l n="677"><milestone ed="P" unit="para"/>ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ</l><l n="678">εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·</l><l n="679">ἀλλʼ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν</l><l n="680">ὁρμαίνοντʼ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα</l><l n="681">νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.</l><l n="682">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·</l><q><l n="683">ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθʼ εὕδεις</l><l n="684">ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σʼ εἴασεν Ἀχιλλεύς.</l><l n="685">καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας·</l><l n="686">σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα</l><l n="687">παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνων</l><l n="688">γνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.</l></q><l n="689"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων, κήρυκα δʼ ἀνίστη.</l><l n="690">τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε,</l><l n="691">ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.</l><l n="692"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο</l><l n="693">Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,</l><l n="694">Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,</l><l n="695">Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,</l><l n="696">οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε</l><l n="697">ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος</l><l n="698">ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,</l><l n="699">ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ</l><l n="700">Πέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν</l><l n="701">ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·</l><l n="702">τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·</l><l n="703">κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·</l><q><l n="704">ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες,</l><l n="705">εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι</l><l n="706">χαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ.</l><milestone ed="p" n="707" unit="card"/></q><l n="707"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνὴρ</l><l n="708">οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·</l><l n="709">ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.</l><l n="710">πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ</l><l n="711">τιλλέσθην ἐπʼ ἄμαξαν ἐΰτροχον ἀΐξασαι</l><l n="712">ἁπτόμεναι κεφαλῆς· κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος.</l><l n="713">καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="714">Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,</l></div></div></body></text></TEI>