μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει· αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων. αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες, τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής· λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·