<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="620">Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.</l></q><l n="621"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς</l><l n="622">σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,</l><l n="623">μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,</l><l n="624">ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.</l><l n="625">Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ</l><l n="626">καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.</l><l n="627">οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="628">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="629">ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα</l><l n="630">ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·</l><l n="631">αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς</l><l n="632">εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων.</l><l n="633">αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,</l><l n="634">τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·</l><q><l n="635">λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη</l><l n="636">ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·</l><l n="637">οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν</l><l n="638">ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,</l><l n="639">ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω</l><l n="640">αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.</l><l n="641">νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον</l><l n="642">λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.</l></q><milestone ed="p" n="643" unit="card"/><l n="643"><milestone ed="P" unit="para"/>ἦ ῥʼ, Ἀχιλεὺς δʼ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε</l><l n="644">δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ</l><l n="645">πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας,</l><l n="646">χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.</l><l n="647">αἳ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,</l><l n="648">αἶψα δʼ ἄρα στόρεσαν δοιὼ λέχεʼ ἐγκονέουσαι.</l><l n="649">τὸν δʼ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="650">ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν</l><l n="651">ἐνθάδʼ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ</l><l n="652">βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί·</l><l n="653">τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,</l><l n="654">αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,</l><l n="655">καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.</l><l n="656">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l></q></div></div></body></text></TEI>