νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο, ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει. ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται. ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον, μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει· αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων. αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες, τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής· λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες· οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν, ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον. νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην. ἦ ῥʼ, Ἀχιλεὺς δʼ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας, χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. αἳ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι, αἶψα δʼ ἄρα στόρεσαν δοιὼ λέχεʼ ἐγκονέουσαι. τὸν δʼ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν ἐνθάδʼ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί· τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν, αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν, καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον, ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω. τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ, ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης. οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕλη ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν. ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν, τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός, ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν, τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη. τὸν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις· σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας. ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος ἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ. οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες, αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου· τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος. ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·