<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="613">ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα.</l><l n="614">νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν</l><l n="615">ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς</l><l n="616">νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο,</l><l n="617">ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.</l><l n="618">ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ</l><l n="619">σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα</l><l n="620">Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.</l></q><l n="621"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς</l><l n="622">σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,</l><l n="623">μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,</l><l n="624">ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.</l><l n="625">Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ</l><l n="626">καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.</l><l n="627">οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="628">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="629">ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα</l><l n="630">ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·</l><l n="631">αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς</l><l n="632">εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων.</l><l n="633">αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,</l><l n="634">τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·</l><q><l n="635">λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη</l><l n="636">ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·</l><l n="637">οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν</l><l n="638">ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,</l><l n="639">ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω</l><l n="640">αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.</l><l n="641">νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον</l><l n="642">λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.</l></q><milestone ed="p" n="643" unit="card"/><l n="643"><milestone ed="P" unit="para"/>ἦ ῥʼ, Ἀχιλεὺς δʼ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε</l><l n="644">δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ</l><l n="645">πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας,</l><l n="646">χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.</l><l n="647">αἳ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,</l><l n="648">αἶψα δʼ ἄρα στόρεσαν δοιὼ λέχεʼ ἐγκονέουσαι.</l><l n="649">τὸν δʼ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="650">ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν</l><l n="651">ἐνθάδʼ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ</l><l n="652">βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί·</l><l n="653">τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,</l><l n="654">αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,</l><l n="655">καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.</l><l n="656">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="657">ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,</l><l n="658">ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.</l></q><l n="659"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="660">εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,</l><l n="661">ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.</l><l n="662">οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕλη</l><l n="663">ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.</l><l n="664">ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,</l><l n="665">τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,</l><l n="666">ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν,</l><l n="667">τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.</l></q><l n="668"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="669">ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις·</l><l n="670">σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.</l></q><l n="671"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος</l><l n="672">ἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ.</l><l n="673">οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο</l><l n="674">κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες,</l><l n="675">αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου·</l><l n="676">τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.</l></div></div></body></text></TEI>