<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="609">τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.</l><l n="610">οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν</l><l n="611">κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·</l><l n="612">τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.</l><l n="613">ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα.</l><l n="614">νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν</l><l n="615">ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς</l><l n="616">νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο,</l><l n="617">ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.</l><l n="618">ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ</l><l n="619">σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα</l><l n="620">Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.</l></q><l n="621"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς</l><l n="622">σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,</l></div></div></body></text></TEI>