οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ· φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς· τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν. οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων· τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες. ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα. νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο, ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.