<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="601">ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.</l><l n="602">καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,</l><l n="603">τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο</l><l n="604">ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες.</l><l n="605">τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖο</l><l n="606">χωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα,</l><l n="607">οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·</l><l n="608">φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς·</l><l n="609">τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.</l><l n="610">οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν</l><l n="611">κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·</l><l n="612">τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.</l><l n="613">ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα.</l><l n="614">νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν</l><l n="615">ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς</l><l n="616">νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο,</l><l n="617">ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.</l><l n="618">ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ</l><l n="619">σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα</l><l n="620">Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.</l></q><l n="621"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς</l><l n="622">σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,</l><l n="623">μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,</l><l n="624">ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.</l><l n="625">Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ</l><l n="626">καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.</l><l n="627">οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="628">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="629">ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα</l><l n="630">ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·</l><l n="631">αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς</l><l n="632">εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων.</l><l n="633">αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,</l><l n="634">τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·</l></div></div></body></text></TEI>