<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="596"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,</l><l n="597">ἕζετο δʼ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη</l><l n="598">τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·</l><q><l n="599">υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,</l><l n="600">κεῖται δʼ ἐν λεχέεσσʼ· ἅμα δʼ ἠοῖ φαινομένηφιν</l><l n="601">ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.</l><l n="602">καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,</l><l n="603">τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο</l><l n="604">ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες.</l><l n="605">τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖο</l><l n="606">χωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα,</l></q></div></div></body></text></TEI>