<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="585">παῖδα ἰδών, Ἀχιλῆϊ δʼ ὀρινθείη φίλον ἦτορ,</l><l n="586">καί ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς.</l><l n="587">τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,</l><l n="588">ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,</l><l n="589">αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,</l><l n="590">σὺν δʼ ἕταροι ἤειραν ἐϋξέστην ἐπʼ ἀπήνην.</l><l n="591">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·</l><q><l n="592">μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι</l><l n="593">εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα</l><l n="594">πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.</l><l n="595">σοὶ δʼ αὖ ἐγὼ καὶ τῶνδʼ ἀποδάσσομαι ὅσσʼ ἐπέοικεν.</l></q></div></div></body></text></TEI>