<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="574">ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα</l><l n="575">τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,</l><l n="576">οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,</l><l n="577">ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,</l><l n="578">κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης</l><l n="579">ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα.</l><l n="580">κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα,</l><l n="581">ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.</l><l n="582">δμῳὰς δʼ ἐκκαλέσας λοῦσαι κέλετʼ ἀμφί τʼ ἀλεῖψαι</l><l n="583">νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,</l><l n="584">μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο</l></div></div></body></text></TEI>