ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα, οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε, ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος, κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα. κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα, ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι. δμῳὰς δʼ ἐκκαλέσας λοῦσαι κέλετʼ ἀμφί τʼ ἀλεῖψαι νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν, μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο