<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="568">τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,</l><l n="569">μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω</l><l n="570">καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς.</l></q><l n="571"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.</l><l n="572">Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε</l><l n="573">οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο</l><l n="574">ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα</l><l n="575">τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,</l><l n="576">οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,</l><l n="577">ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,</l><l n="578">κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης</l><l n="579">ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα.</l><l n="580">κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα,</l><l n="581">ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.</l><l n="582">δμῳὰς δʼ ἐκκαλέσας λοῦσαι κέλετʼ ἀμφί τʼ ἀλεῖψαι</l><l n="583">νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,</l><l n="584">μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο</l><l n="585">παῖδα ἰδών, Ἀχιλῆϊ δʼ ὀρινθείη φίλον ἦτορ,</l><l n="586">καί ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς.</l><l n="587">τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,</l><l n="588">ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,</l><l n="589">αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,</l><l n="590">σὺν δʼ ἕταροι ἤειραν ἐϋξέστην ἐπʼ ἀπήνην.</l><l n="591">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·</l><q><l n="592">μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι</l><l n="593">εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα</l><l n="594">πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.</l><l n="595">σοὶ δʼ αὖ ἐγὼ καὶ τῶνδʼ ἀποδάσσομαι ὅσσʼ ἐπέοικεν.</l></q><milestone ed="p" n="596" unit="card"/><l n="596"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,</l><l n="597">ἕζετο δʼ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη</l><l n="598">τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·</l><q><l n="599">υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,</l><l n="600">κεῖται δʼ ἐν λεχέεσσʼ· ἅμα δʼ ἠοῖ φαινομένηφιν</l><l n="601">ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.</l><l n="602">καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,</l><l n="603">τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο</l><l n="604">ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες.</l><l n="605">τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖο</l><l n="606">χωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα,</l><l n="607">οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·</l><l n="608">φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς·</l><l n="609">τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.</l><l n="610">οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν</l><l n="611">κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·</l><l n="612">τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.</l><l n="613">ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα.</l><l n="614">νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν</l><l n="615">ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς</l><l n="616">νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο,</l><l n="617">ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.</l><l n="618">ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ</l><l n="619">σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα</l><l n="620">Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.</l></q><l n="621"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς</l><l n="622">σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,</l><l n="623">μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,</l><l n="624">ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.</l><l n="625">Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ</l><l n="626">καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.</l><l n="627">οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="628">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="629">ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα</l><l n="630">ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·</l><l n="631">αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς</l><l n="632">εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων.</l><l n="633">αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,</l><l n="634">τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·</l><q><l n="635">λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη</l><l n="636">ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·</l><l n="637">οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν</l><l n="638">ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,</l><l n="639">ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω</l><l n="640">αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.</l><l n="641">νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον</l><l n="642">λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.</l></q><milestone ed="p" n="643" unit="card"/><l n="643"><milestone ed="P" unit="para"/>ἦ ῥʼ, Ἀχιλεὺς δʼ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε</l><l n="644">δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ</l><l n="645">πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας,</l><l n="646">χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.</l></div></div></body></text></TEI>