<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="567">ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.</l><l n="568">τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,</l><l n="569">μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω</l><l n="570">καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς.</l></q><l n="571"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.</l><l n="572">Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε</l><l n="573">οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο</l><l n="574">ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα</l><l n="575">τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,</l><l n="576">οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,</l><l n="577">ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,</l><l n="578">κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης</l><l n="579">ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα.</l><l n="580">κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα,</l><l n="581">ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.</l><l n="582">δμῳὰς δʼ ἐκκαλέσας λοῦσαι κέλετʼ ἀμφί τʼ ἀλεῖψαι</l><l n="583">νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,</l><l n="584">μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο</l><l n="585">παῖδα ἰδών, Ἀχιλῆϊ δʼ ὀρινθείη φίλον ἦτορ,</l><l n="586">καί ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς.</l><l n="587">τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,</l><l n="588">ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,</l><l n="589">αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,</l><l n="590">σὺν δʼ ἕταροι ἤειραν ἐϋξέστην ἐπʼ ἀπήνην.</l><l n="591">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·</l><q><l n="592">μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι</l><l n="593">εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα</l><l n="594">πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.</l><l n="595">σοὶ δʼ αὖ ἐγὼ καὶ τῶνδʼ ἀποδάσσομαι ὅσσʼ ἐπέοικεν.</l></q><milestone ed="p" n="596" unit="card"/><l n="596"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,</l><l n="597">ἕζετο δʼ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη</l><l n="598">τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·</l><q><l n="599">υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,</l><l n="600">κεῖται δʼ ἐν λεχέεσσʼ· ἅμα δʼ ἠοῖ φαινομένηφιν</l></q></div></div></body></text></TEI>