<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="561">Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε</l><l n="562">μήτηρ, ἥ μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.</l><l n="563">καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,</l><l n="564">ὅττι θεῶν τίς σʼ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="565">οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλʼ ἡβῶν,</l><l n="566">ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κʼ ὀχῆα</l><l n="567">ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.</l><l n="568">τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,</l><l n="569">μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω</l><l n="570">καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς.</l></q><l n="571"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.</l><l n="572">Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε</l><l n="573">οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο</l><l n="574">ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα</l><l n="575">τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,</l><l n="576">οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,</l><l n="577">ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,</l><l n="578">κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης</l><l n="579">ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα.</l></div></div></body></text></TEI>