<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="552"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="553">μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ</l><l n="554">κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα</l><l n="555">λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα</l><l n="556">πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο, καὶ ἔλθοις</l><l n="557">σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας</l><l n="558">αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.</l></q><l n="559"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="560">μηκέτι νῦν μʼ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς</l><l n="561">Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε</l><l n="562">μήτηρ, ἥ μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.</l></q></div></div></body></text></TEI>