τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο, καὶ ἔλθοις σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· μηκέτι νῦν μʼ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε μήτηρ, ἥ μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.