τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη· εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν. Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν· αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι. πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι δαίνυʼ ἔχων φόρμιγγα κακῶν ἕταρʼ, αἰὲν ἄπιστε. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·