<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="549">ἄνσχεο, μὴ δʼ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·</l><l n="550">οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,</l><l n="551">οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.</l><milestone ed="p" n="552" unit="card"/></q><l n="552"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="553">μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ</l><l n="554">κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα</l><l n="555">λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα</l><l n="556">πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο, καὶ ἔλθοις</l><l n="557">σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας</l><l n="558">αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.</l></q><l n="559"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="560">μηκέτι νῦν μʼ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς</l><l n="561">Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε</l><l n="562">μήτηρ, ἥ μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.</l><l n="563">καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,</l><l n="564">ὅττι θεῶν τίς σʼ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="565">οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλʼ ἡβῶν,</l><l n="566">ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κʼ ὀχῆα</l><l n="567">ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.</l><l n="568">τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,</l><l n="569">μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω</l><l n="570">καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς.</l></q><l n="571"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.</l><l n="572">Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε</l><l n="573">οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο</l><l n="574">ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα</l><l n="575">τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,</l><l n="576">οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,</l><l n="577">ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,</l><l n="578">κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης</l><l n="579">ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα.</l><l n="580">κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα,</l><l n="581">ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.</l><l n="582">δμῳὰς δʼ ἐκκαλέσας λοῦσαι κέλετʼ ἀμφί τʼ ἀλεῖψαι</l><l n="583">νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,</l><l n="584">μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο</l><l n="585">παῖδα ἰδών, Ἀχιλῆϊ δʼ ὀρινθείη φίλον ἦτορ,</l><l n="586">καί ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς.</l><l n="587">τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,</l><l n="588">ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,</l><l n="589">αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,</l><l n="590">σὺν δʼ ἕταροι ἤειραν ἐϋξέστην ἐπʼ ἀπήνην.</l><l n="591">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·</l><q><l n="592">μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι</l><l n="593">εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα</l><l n="594">πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.</l><l n="595">σοὶ δʼ αὖ ἐγὼ καὶ τῶνδʼ ἀποδάσσομαι ὅσσʼ ἐπέοικεν.</l></q><milestone ed="p" n="596" unit="card"/><l n="596"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,</l><l n="597">ἕζετο δʼ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη</l><l n="598">τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·</l><q><l n="599">υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,</l><l n="600">κεῖται δʼ ἐν λεχέεσσʼ· ἅμα δʼ ἠοῖ φαινομένηφιν</l><l n="601">ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.</l><l n="602">καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,</l><l n="603">τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο</l><l n="604">ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες.</l><l n="605">τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖο</l><l n="606">χωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα,</l><l n="607">οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·</l><l n="608">φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς·</l><l n="609">τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.</l><l n="610">οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν</l><l n="611">κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·</l><l n="612">τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.</l></q></div></div></body></text></TEI>