<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="541">γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης</l><l n="542">ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.</l><l n="543">καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·</l><l n="544">ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει</l><l n="545">καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,</l><l n="546">τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.</l><l n="547">αὐτὰρ ἐπεί τοι πῆμα τόδʼ ἤγαγον Οὐρανίωνες</l><l n="548">αἰεί τοι περὶ ἄστυ μάχαι τʼ ἀνδροκτασίαι τε.</l><l n="549">ἄνσχεο, μὴ δʼ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·</l><l n="550">οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,</l><l n="551">οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.</l></q></div></div></body></text></TEI>