<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="530">ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ·</l><l n="531">ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,</l><l n="532">καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,</l><l n="533">φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.</l><l n="534">ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα</l><l n="535">ἐκ γενετῆς· πάντας γὰρ ἐπʼ ἀνθρώπους ἐκέκαστο</l><l n="536">ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,</l><l n="537">καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.</l><l n="538">ἀλλʼ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι</l><l n="539">παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,</l><l n="540">ἀλλʼ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε</l></q></div></div></body></text></TEI>