<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="511">αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρʼ, ἄλλοτε δʼ αὖτε</l><l n="512">Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματʼ ὀρώρει.</l><l n="513">αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,</l><l n="514">καί οἱ ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων,</l><l n="515">αὐτίκʼ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη</l><l n="516">οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,</l><l n="517">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="518">ἆ δείλʼ, ἦ δὴ πολλὰ κάκʼ ἄνσχεο σὸν κατὰ θυμόν.</l><l n="519">πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος</l><l n="520">ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς</l><l n="521">υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.</l><l n="522">ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης</l><l n="523">ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·</l><l n="524">οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·</l></q></div></div></body></text></TEI>