<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="509">τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο</l><l n="510">κλαῖʼ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,</l><l n="511">αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρʼ, ἄλλοτε δʼ αὖτε</l><l n="512">Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματʼ ὀρώρει.</l><l n="513">αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,</l><l n="514">καί οἱ ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων,</l><l n="515">αὐτίκʼ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη</l><l n="516">οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,</l><l n="517">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="518">ἆ δείλʼ, ἦ δὴ πολλὰ κάκʼ ἄνσχεο σὸν κατὰ θυμόν.</l><l n="519">πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος</l><l n="520">ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς</l><l n="521">υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.</l><l n="522">ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης</l><l n="523">ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·</l><l n="524">οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·</l><l n="525">ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι</l><l n="526">ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσί.</l><l n="527">δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει</l><l n="528">δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·</l><l n="529">ᾧ μέν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,</l><l n="530">ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ·</l><l n="531">ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,</l><l n="532">καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,</l><l n="533">φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.</l><l n="534">ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα</l><l n="535">ἐκ γενετῆς· πάντας γὰρ ἐπʼ ἀνθρώπους ἐκέκαστο</l><l n="536">ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,</l><l n="537">καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.</l><l n="538">ἀλλʼ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι</l><l n="539">παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,</l><l n="540">ἀλλʼ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε</l><l n="541">γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης</l><l n="542">ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.</l><l n="543">καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·</l><l n="544">ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει</l><l n="545">καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,</l></q></div></div></body></text></TEI>