<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="5">ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα</l><l n="6">Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,</l><l n="7">ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα</l><l n="8">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·</l><l n="9">τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,</l><l n="10">ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε</l><l n="11">ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς</l><l n="12">δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς</l><l n="13">φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε.</l><l n="14">ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="15">Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,</l><l n="16">τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος</l><l n="17">αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκεν</l><l n="18">ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δʼ Ἀπόλλων</l><l n="19">πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρων</l><l n="20">καὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτε</l><l n="21">χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.</l><milestone ed="p" n="22" unit="card"/><l n="22"><milestone ed="P" unit="para"/>ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·</l><l n="23">τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,</l><l n="24">κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.</l><l n="25">ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ</l><l n="26">οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ,</l><l n="27">ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ</l><l n="28">καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης,</l><l n="29">ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,</l><l n="30">τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.</l><l n="31">ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,</l><l n="32">καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·</l><q><l n="33">σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖν</l><l n="34">Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων;</l><l n="35">τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι</l><l n="36">ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ</l><l n="37">καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα</l><l n="38">ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.</l><l n="39">ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν,</l><l n="40">ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα</l><l n="41">γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν,</l><l n="42">ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ</l><l n="43">εἴξας εἶσʼ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·</l><l n="44">ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς</l><l n="45">γίγνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι.</l><l n="46">μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι</l><l n="47">ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·</l><l n="48">ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·</l><l n="49">τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.</l><l n="50">αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,</l><l n="51">ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο</l><l n="52">ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον.</l><l n="53">μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·</l><l n="54">κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.</l></q><l n="55"><milestone ed="P" unit="para"/>τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·</l><q><l n="56">εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε</l><l n="57">εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.</l><l n="58">Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·</l><l n="59">αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ</l><l n="60">θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν</l><l n="61">Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι.</l><l n="62">πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι</l><l n="63">δαίνυʼ ἔχων φόρμιγγα κακῶν ἕταρʼ, αἰὲν ἄπιστε.</l></q><milestone ed="p" n="64" unit="card"/><l n="64"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="65">Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·</l><l n="66">οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ</l><l n="67">φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·</l><l n="68">ὣς γὰρ ἔμοιγʼ, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.</l><l n="69">οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης</l><l n="70">λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.</l><l n="71">ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι,</l><l n="72">λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ</l><l n="73">μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.</l><l n="74">ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,</l><l n="75">ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς</l><l n="76">δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θʼ Ἕκτορα λύσῃ.</l></q><l n="77"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,</l><l n="78">μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης</l><l n="79">ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.</l><l n="80">ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,</l><l n="81">ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα</l><l n="82">ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα.</l><l n="83">εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι</l><l n="84">εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς</l></div></div></body></text></TEI>