<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="5">ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα</l><l n="6">Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,</l><l n="7">ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα</l><l n="8">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·</l><l n="9">τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,</l><l n="10">ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε</l><l n="11">ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς</l><l n="12">δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς</l><l n="13">φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε.</l><l n="14">ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l></div></div></body></text></TEI>