<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="497">τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.</l><l n="498">τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν·</l><l n="499">ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,</l><l n="500">τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης</l><l n="501">Ἕκτορα· τοῦ νῦν εἵνεχʼ ἱκάνω νῆας Ἀχαιῶν</l><l n="502">λυσόμενος παρὰ σεῖο, φέρω δʼ ἀπερείσιʼ ἄποινα.</l><l n="503">ἀλλʼ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τʼ ἐλέησον</l><l n="504">μνησάμενος σοῦ πατρός· ἐγὼ δʼ ἐλεεινότερός περ,</l><l n="505">ἔτλην δʼ οἷʼ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,</l><l n="506">ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρʼ ὀρέγεσθαι.</l><milestone ed="p" n="507" unit="card"/></q><l n="507"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο·</l><l n="508">ἁψάμενος δʼ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.</l><l n="509">τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο</l><l n="510">κλαῖʼ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,</l></div></div></body></text></TEI>