τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε· μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ· καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες τείρουσʼ, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι. ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων χαίρει τʼ ἐν θυμῷ, ἐπί τʼ ἔλπεται ἤματα πάντα ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα· αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι. πεντήκοντά μοι ἦσαν ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν· ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν, τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες. τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν· ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς, τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης Ἕκτορα· τοῦ νῦν εἵνεχʼ ἱκάνω νῆας Ἀχαιῶν λυσόμενος παρὰ σεῖο, φέρω δʼ ἀπερείσιʼ ἄποινα. ἀλλʼ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τʼ ἐλέησον