<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="48">ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·</l><l n="49">τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.</l><l n="50">αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,</l><l n="51">ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο</l><l n="52">ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον.</l><l n="53">μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·</l><l n="54">κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.</l></q><l n="55"><milestone ed="P" unit="para"/>τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·</l><q><l n="56">εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε</l><l n="57">εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.</l><l n="58">Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·</l><l n="59">αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ</l><l n="60">θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν</l><l n="61">Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι.</l><l n="62">πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι</l><l n="63">δαίνυʼ ἔχων φόρμιγγα κακῶν ἕταρʼ, αἰὲν ἄπιστε.</l></q><milestone ed="p" n="64" unit="card"/><l n="64"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="65">Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·</l><l n="66">οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ</l></q></div></div></body></text></TEI>