ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε· τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν. αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον. μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς· κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων. τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη· εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν. Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·