<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="472">τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν</l><l n="473">εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴω</l><l n="474">ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος</l><l n="475">ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς</l><l n="476">ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.</l><l n="477">τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς</l><l n="478">χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας</l><l n="479">δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.</l><l n="480">ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ</l><l n="481">φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον</l><l n="482">ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας,</l><l n="483">ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·</l><l n="484">θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.</l><l n="485">τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε·</l><q><l n="486">μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="487">τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ·</l><l n="488">καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες</l><l n="489">τείρουσʼ, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.</l><l n="490">ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων</l><l n="491">χαίρει τʼ ἐν θυμῷ, ἐπί τʼ ἔλπεται ἤματα πάντα</l><l n="492">ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·</l><l n="493">αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους</l><l n="494">Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι.</l><l n="495">πεντήκοντά μοι ἦσαν ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν·</l><l n="496">ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,</l><l n="497">τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.</l><l n="498">τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν·</l><l n="499">ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,</l><l n="500">τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης</l><l n="501">Ἕκτορα· τοῦ νῦν εἵνεχʼ ἱκάνω νῆας Ἀχαιῶν</l><l n="502">λυσόμενος παρὰ σεῖο, φέρω δʼ ἀπερείσιʼ ἄποινα.</l><l n="503">ἀλλʼ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τʼ ἐλέησον</l><l n="504">μνησάμενος σοῦ πατρός· ἐγὼ δʼ ἐλεεινότερός περ,</l><l n="505">ἔτλην δʼ οἷʼ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,</l><l n="506">ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρʼ ὀρέγεσθαι.</l><milestone ed="p" n="507" unit="card"/></q><l n="507"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο·</l><l n="508">ἁψάμενος δʼ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.</l><l n="509">τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο</l><l n="510">κλαῖʼ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,</l><l n="511">αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρʼ, ἄλλοτε δʼ αὖτε</l><l n="512">Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματʼ ὀρώρει.</l><l n="513">αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,</l><l n="514">καί οἱ ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων,</l><l n="515">αὐτίκʼ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη</l><l n="516">οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,</l><l n="517">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="518">ἆ δείλʼ, ἦ δὴ πολλὰ κάκʼ ἄνσχεο σὸν κατὰ θυμόν.</l><l n="519">πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος</l><l n="520">ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς</l><l n="521">υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.</l><l n="522">ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης</l><l n="523">ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·</l><l n="524">οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·</l><l n="525">ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι</l><l n="526">ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσί.</l><l n="527">δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει</l><l n="528">δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·</l><l n="529">ᾧ μέν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,</l><l n="530">ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ·</l><l n="531">ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,</l><l n="532">καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,</l><l n="533">φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.</l><l n="534">ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα</l><l n="535">ἐκ γενετῆς· πάντας γὰρ ἐπʼ ἀνθρώπους ἐκέκαστο</l><l n="536">ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,</l><l n="537">καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.</l><l n="538">ἀλλʼ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι</l><l n="539">παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,</l><l n="540">ἀλλʼ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε</l><l n="541">γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης</l><l n="542">ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.</l><l n="543">καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·</l><l n="544">ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει</l><l n="545">καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,</l><l n="546">τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.</l><l n="547">αὐτὰρ ἐπεί τοι πῆμα τόδʼ ἤγαγον Οὐρανίωνες</l><l n="548">αἰεί τοι περὶ ἄστυ μάχαι τʼ ἀνδροκτασίαι τε.</l><l n="549">ἄνσχεο, μὴ δʼ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·</l><l n="550">οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,</l><l n="551">οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.</l><milestone ed="p" n="552" unit="card"/></q><l n="552"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="553">μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ</l><l n="554">κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα</l><l n="555">λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα</l><l n="556">πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο, καὶ ἔλθοις</l><l n="557">σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας</l><l n="558">αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.</l></q><l n="559"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="560">μηκέτι νῦν μʼ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς</l><l n="561">Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε</l><l n="562">μήτηρ, ἥ μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.</l><l n="563">καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,</l><l n="564">ὅττι θεῶν τίς σʼ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="565">οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλʼ ἡβῶν,</l><l n="566">ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κʼ ὀχῆα</l><l n="567">ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.</l><l n="568">τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,</l><l n="569">μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω</l><l n="570">καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς.</l></q><l n="571"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.</l><l n="572">Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε</l><l n="573">οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο</l><l n="574">ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα</l><l n="575">τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,</l><l n="576">οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,</l><l n="577">ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,</l><l n="578">κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης</l><l n="579">ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα.</l><l n="580">κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα,</l><l n="581">ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.</l><l n="582">δμῳὰς δʼ ἐκκαλέσας λοῦσαι κέλετʼ ἀμφί τʼ ἀλεῖψαι</l><l n="583">νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,</l><l n="584">μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο</l><l n="585">παῖδα ἰδών, Ἀχιλῆϊ δʼ ὀρινθείη φίλον ἦτορ,</l><l n="586">καί ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς.</l><l n="587">τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,</l><l n="588">ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,</l><l n="589">αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,</l><l n="590">σὺν δʼ ἕταροι ἤειραν ἐϋξέστην ἐπʼ ἀπήνην.</l><l n="591">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·</l><q><l n="592">μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι</l><l n="593">εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα</l><l n="594">πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.</l><l n="595">σοὶ δʼ αὖ ἐγὼ καὶ τῶνδʼ ἀποδάσσομαι ὅσσʼ ἐπέοικεν.</l></q><milestone ed="p" n="596" unit="card"/><l n="596"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,</l><l n="597">ἕζετο δʼ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη</l><l n="598">τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·</l><q><l n="599">υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,</l><l n="600">κεῖται δʼ ἐν λεχέεσσʼ· ἅμα δʼ ἠοῖ φαινομένηφιν</l><l n="601">ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.</l><l n="602">καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,</l><l n="603">τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο</l><l n="604">ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες.</l><l n="605">τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖο</l><l n="606">χωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα,</l><l n="607">οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·</l><l n="608">φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς·</l><l n="609">τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.</l><l n="610">οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν</l><l n="611">κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·</l><l n="612">τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.</l><l n="613">ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα.</l><l n="614">νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν</l><l n="615">ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς</l><l n="616">νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο,</l><l n="617">ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.</l><l n="618">ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ</l><l n="619">σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα</l><l n="620">Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.</l></q><l n="621"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς</l><l n="622">σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,</l><l n="623">μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,</l><l n="624">ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.</l><l n="625">Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ</l><l n="626">καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.</l><l n="627">οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="628">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="629">ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα</l><l n="630">ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·</l><l n="631">αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς</l><l n="632">εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων.</l><l n="633">αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,</l><l n="634">τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·</l><q><l n="635">λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη</l><l n="636">ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·</l><l n="637">οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν</l><l n="638">ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,</l><l n="639">ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω</l><l n="640">αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.</l><l n="641">νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον</l><l n="642">λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.</l></q><milestone ed="p" n="643" unit="card"/><l n="643"><milestone ed="P" unit="para"/>ἦ ῥʼ, Ἀχιλεὺς δʼ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε</l><l n="644">δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ</l><l n="645">πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας,</l><l n="646">χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.</l><l n="647">αἳ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,</l><l n="648">αἶψα δʼ ἄρα στόρεσαν δοιὼ λέχεʼ ἐγκονέουσαι.</l><l n="649">τὸν δʼ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="650">ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν</l><l n="651">ἐνθάδʼ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ</l><l n="652">βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί·</l><l n="653">τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,</l><l n="654">αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,</l><l n="655">καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.</l><l n="656">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="657">ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,</l><l n="658">ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.</l></q><l n="659"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="660">εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,</l><l n="661">ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.</l><l n="662">οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕλη</l><l n="663">ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.</l><l n="664">ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,</l><l n="665">τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,</l><l n="666">ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν,</l><l n="667">τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.</l></q><l n="668"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="669">ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις·</l><l n="670">σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.</l></q><l n="671"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος</l><l n="672">ἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ.</l><l n="673">οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο</l><l n="674">κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες,</l><l n="675">αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου·</l><l n="676">τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.</l><milestone ed="p" n="677" unit="card"/><l n="677"><milestone ed="P" unit="para"/>ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ</l><l n="678">εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·</l><l n="679">ἀλλʼ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν</l><l n="680">ὁρμαίνοντʼ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα</l><l n="681">νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.</l><l n="682">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·</l><q><l n="683">ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθʼ εὕδεις</l><l n="684">ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σʼ εἴασεν Ἀχιλλεύς.</l><l n="685">καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας·</l><l n="686">σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα</l><l n="687">παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνων</l><l n="688">γνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.</l></q><l n="689"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων, κήρυκα δʼ ἀνίστη.</l><l n="690">τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε,</l><l n="691">ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.</l><l n="692"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο</l><l n="693">Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,</l><l n="694">Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,</l><l n="695">Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,</l><l n="696">οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε</l><l n="697">ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος</l><l n="698">ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,</l><l n="699">ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ</l><l n="700">Πέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν</l><l n="701">ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·</l><l n="702">τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·</l><l n="703">κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·</l><q><l n="704">ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες,</l><l n="705">εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι</l><l n="706">χαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ.</l><milestone ed="p" n="707" unit="card"/></q><l n="707"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνὴρ</l><l n="708">οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·</l><l n="709">ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.</l><l n="710">πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ</l><l n="711">τιλλέσθην ἐπʼ ἄμαξαν ἐΰτροχον ἀΐξασαι</l><l n="712">ἁπτόμεναι κεφαλῆς· κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος.</l><l n="713">καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="714">Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,</l><l n="715">εἰ μὴ ἄρʼ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·</l><q><l n="716">εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα</l><l n="717">ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.</l></q><l n="718"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.</l><l n="719">οἳ δʼ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα</l><l n="720">τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δʼ εἷσαν ἀοιδοὺς</l><l n="721">θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν</l><l n="722">οἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.</l><l n="723">τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο</l><l n="724">Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα·</l><q><l n="725">ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην</l><l n="726">λείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως</l><l n="727">ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω</l><l n="728">ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης</l><l n="729">πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν</l><l n="730">ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,</l><l n="731">αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,</l><l n="732">καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ</l><l n="733">ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο</l><l n="734">ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν</l><l n="735">ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον</l><l n="736">χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ</l><l n="737">ἢ πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν</l><l n="738">Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.</l><l n="739">οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ·</l><l n="740">τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,</l><l n="741">ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας</l><l n="742">Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.</l><l n="743">οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας,</l><l n="744">οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ</l><l n="745">μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.</l><milestone ed="p" n="746" unit="card"/></q><l n="746"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.</l><l n="747">τῇσιν δʼ αὖθʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·</l><q><l n="748">Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,</l><l n="749">ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν·</l><l n="750">οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.</l><l n="751">ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς</l><l n="752">πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,</l><l n="753">ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·</l><l n="754">σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,</l><l n="755">πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο</l><l n="756">Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς.</l><l n="757">νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι</l><l n="758">κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="759">οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.</l></q><l n="760"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσα, γόον δʼ ἀλίαστον ὄρινε.</l><l n="761">τῇσι δʼ ἔπειθʼ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·</l><q><l n="762">Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,</l><l n="763">ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,</l><l n="764">ὅς μʼ ἄγαγε Τροίηνδʼ· ὡς πρὶν ὤφελλον ὀλέσθαι.</l><l n="765">ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν</l><l n="766">ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·</l><l n="767">ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον·</l><l n="768">ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι</l><l n="769">δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,</l><l n="770">ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,</l><l n="771">ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες</l><l n="772">σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.</l><l n="773">τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ·</l><l n="774">οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ</l><l n="775">ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.</l><milestone ed="p" n="776" unit="card"/></q><l n="776"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων.</l><l n="777">λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·</l><q><l n="778">ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ</l><l n="779">δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς</l><l n="780">πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν</l><l n="781">μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.</l></q><l n="782"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε</l><l n="783">ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.</l><l n="784">ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·</l><l n="785">ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,</l><l n="786">καὶ τότʼ ἄρʼ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,</l><l n="787">ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ.</l><l n="788"><milestone ed="P" unit="para"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="789">τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.</l><l n="790">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο</l><l n="791">πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ</l><l n="792">πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα</l><l n="793">ὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τε</l><l n="794">μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.</l><l n="795">καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες</l><l n="796">πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.</l><l n="797">αἶψα δʼ ἄρʼ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε</l><l n="798">πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·</l><l n="799">ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,</l><l n="800">μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.</l><l n="801">χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα</l><l n="802">εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα</l><l n="803">δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.</l><l n="804"><milestone ed="P" unit="para"/>ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.</l></div></div></body></text></TEI>